16 Matching Annotations
  1. Feb 2017
    1. στῆθος δὲ πλήξας
    2. κραδίην
    3. κραδίη
    4. κραδίη
    5. -0800/-0701

    6. ἀναιδέσι

      ETT:Shame

    7. μερμηρίζων

      ETT:Anxiety

    8. ἀναιδέσι

      ETT:Shame

    9. μερμηρίζει

      ETT:Anxiety

    10. τοῦ δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι: 10πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, ἦ ἔτ᾽ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα 15ἄνδρ᾽ ἀγνοιήσασ᾽ ὑλάει μέμονέν τε μάχεσθαι, ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα: στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ: ‘τέτλαθι δή, κραδίη: καὶ κύντερον ἄλλο ποτ᾽ ἔτλης. ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ 20ἰφθίμους ἑτάρους: σὺ δ᾽ ἐτόλμας, ὄφρα σε μῆτις ἐξάγαγ᾽ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.’ ὣς ἔφατ᾽, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ: τῷ δὲ μάλ᾽ ἐν πείσῃ κραδίη μένε τετληυῖα νωλεμέως: ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα. 25ὡς δ᾽ ὅτε γαστέρ᾽ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα αἰόλλῃ, μάλα δ᾽ ὦκα λιλαίεται ὀπτηθῆναι, ὣς ἄρ᾽ ὅ γ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει 30μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη οὐρανόθεν καταβᾶσα: δέμας δ᾽ ἤϊκτο γυναικί: στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε: ‘τίπτ᾽ αὖτ᾽ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν; οἶκος μέν τοι ὅδ᾽ ἐστί, γυνὴ δέ τοι ἥδ᾽ ἐνὶ οἴκῳ 35καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.’ τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: ‘ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες: ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω, 40μοῦνος ἐών: οἱ δ᾽ αἰὲν ἀολλέες ἔνδον ἔασι. πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω: εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι, πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.’ τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη: ‘45σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθ᾽ ἑταίρῳ, ὅς περ θνητός τ᾽ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν: αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν: εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων 50νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.
    11. ὑλάκτει
    12. ὑλάει
    13. ὑλάκτει
    14. ἀγαιομένου

      ETT:Anger